Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ὅστις πρὸς ἡμᾶς ἀντὶ σοῦ λέξει τὰ σά;
  2. σοῦ γὰρ λέγοντος οὐκέτʼ ἂν μάθοιμʼ ἐγώ·
  3. τὴν βάρβαρον γὰρ γλῶσσαν οὐκ ἐπαΐω.
Χορός
  1. εἴθʼ ὑμὶν ἀμφοῖν νοῦς γένοιτο σωφρονεῖν·
  2. τούτου γὰρ οὐδὲν σφῷν ἔχω λῷον φράσαι.
Τεῦκρος
  1. φεῦ· τοῦ θανόντος ὡς ταχεῖά τις βροτοῖς
  2. χάρις διαρρεῖ καὶ προδοῦσʼ ἁλίσκεται,
  3. εἰ σοῦ γʼ ὅδʼ ἁνὴρ οὐδʼ ἐπὶ σμικρῶν λόγων,
  4. Αἴας, ἔτʼ ἴσχει μνῆστιν, οὗ σὺ πολλάκις
  5. τὴν σὴν προτείνων προύκαμες ψυχὴν δόρει.
  6. ἀλλʼ οἴχεται δὴ πάντα ταῦτʼ ἐρριμμένα.
  7. ὦ πολλὰ λέξας ἄρτι κἀνόητʼ ἔπη,
  8. οὐ μνημονεύεις οὐκέτʼ οὐδέν, ἡνίκα
  9. ἑρκέων ποθʼ ὑμᾶς οὗτος ἐγκεκλῃμένους,
  10. ἤδη τὸ μηδὲν ὄντας, ἐν τροπῇ δορὸς
  11. ἐρρύσατʼ ἐλθὼν μοῦνος, ἀμφὶ μὲν νεῶν