Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἢ σὺν δόλῳ κεντήσεθʼ οἱ λελειμμένοι.
- ἐκ τῶνδε μέντοι τῶν τρόπων οὐκ ἄν ποτε
- κατάστασις γένοιτʼ ἂν οὐδενὸς νόμου,
- εἰ τοὺς δίκῃ νικῶντας ἐξωθήσομεν
- καὶ τοὺς ὄπισθεν εἰς τὸ πρόσθεν ἄξομεν.
- ἀλλʼ εἰρκτέον τάδʼ ἐστίν· οὐ γὰρ οἱ πλατεῖς
- οὐδʼ εὐρύνωτοι φῶτες ἀσφαλέστατοι,
- ἀλλʼ οἱ φρονοῦντες εὖ κρατοῦσι πανταχοῦ.
- μέγας δὲ πλευρὰ βοῦς ὑπὸ σμικρᾶς ὅμως
- μάστιγος ὀρθὸς εἰς ὁδὸν πορεύεται.
- καὶ σοὶ προσέρπον τοῦτʼ ἐγὼ τὸ φάρμακον
- ὁρῶ τάχʼ, εἰ μὴ νοῦν κατακτήσει τινά·
- ὃς ἀνδρὸς οὐκέτʼ ὄντος, ἀλλʼ ἤδη σκιᾶς,
- θαρσῶν ὑβρίζεις κἀξελευθεροστομεῖς.
- οὐ σωφρονήσεις; οὐ μαθὼν ὃς εἶ φύσιν
- ἄλλον τινʼ ἄξεις ἄνδρα δεῦρʼ ἐλεύθερον,