Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἄκροισιν ἤδη ναυτικοῖς ἑδωλίοις
  2. πυρὸς φλέγοντος, εἰς δὲ ναυτικὰ σκάφη
  3. πηδῶντος ἄρδην Ἕκτορος τάφρων ὕπερ;
  4. τίς ταῦτʼ ἀπεῖρξεν; οὐχ ὅδʼ ἦν ὁ δρῶν τάδε,
  5. ὃν οὐδαμοῦ φής, οὗ σὺ μή, βῆναι ποδί;
  6. ἆρʼ ὑμὶν οὗτος ταῦτʼ ἔδρασεν ἔνδικα;
  7. χὤτʼ αὖθις αὐτὸς Ἕκτορος μόνος μόνου
  8. λαχών τε κἀκέλευστος ἦλθʼ ἐναντίος,
  9. οὐ δραπέτην τὸν κλῆρον ἐς μέσον καθείς,
  10. ὑγρᾶς ἀρούρας βῶλον, ἀλλʼ ὃς εὐλόφου
  11. κυνῆς ἔμελλε πρῶτος ἅλμα κουφιεῖν;
  12. ὅδʼ ἦν ὁ πράσσων ταῦτα, σὺν δʼ ἐγὼ παρών,
  13. ὁ δοῦλος, οὑκ τῆς βαρβάρου μητρὸς γεγώς.
Τεῦκρος
  1. δύστηνε, ποῖ βλέπων ποτʼ αὐτὰ καὶ θροεῖς;
  2. οὐκ οἶσθα σοῦ πατρὸς μὲν ὃς προύφυ πατὴρ
  3. ἀρχαῖον ὄντα Πέλοπα βάρβαρον Φρύγα;