Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἦ που τραφεὶς ἂν μητρὸς εὐγενοῦς ἄπο
- ὑψήλʼ ἐκόμπεις κἀπʼ ἄκρων ὡδοιπόρεις,
- ὅτʼ οὐδὲν ὢν τοῦ μηδὲν ἀντέστης ὕπερ,
- κοὔτε στρατηγοὺς οὔτε ναυάρχους μολεῖν
- ἡμᾶς Ἀχαιῶν οὐδὲ σοῦ διωμόσω
- ἀλλʼ αὐτὸς ἄρχων, ὡς σὺ φής, Αἴας ἔπλει.
- ταῦτʼ οὐκ ἀκούειν μεγάλα πρὸς δούλων κακά;
- ποίου κέκραγας ἀνδρὸς ὧδʼ ὑπέρφρονα;
- ποῖ βάντος ἢ ποῦ στάντος οὗπερ οὐκ ἐγώ;
- οὐκ ἆρʼ Ἀχαιοῖς ἄνδρες εἰσὶ πλὴν ὅδε;
- πικροὺς ἔοιγμεν τῶν Ἀχιλλείων ὅπλων
- ἀγῶνας Ἀργείοισι κηρῦξαι τότε,
- εἰ πανταχοῦ φανούμεθʼ ἐκ Τεύκρου κακοί,
- κοὐκ ἀρκέσει ποθʼ ὑμὶν οὐδʼ ἡσσημένοις
- εἴκειν ἃ τοῖς πολλοῖσιν ἤρεσκεν κριταῖς,
- ἀλλʼ αἰὲν ἡμᾶς ἢ κακοῖς βαλεῖτέ που