Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- δείματος ἦν μοι προβολὰ
- καὶ βελέων θούριος Αἴας·
- νῦν δʼ οὗτος ἀνεῖται στυγερῷ
- δαίμονι· τίς μοι, τίς ἔτʼ οὖν
- τέρψις ἐπέσται;
- γενοίμαν ἵνʼ ὑλᾶεν ἔπεστι πόντου
- πρόβλημʼ ἁλίκλυστον, ἄκραν
- ὑπὸ πλάκα Σουνίου,
- τὰς ἱερὰς ὅπως
- προσείποιμεν Ἀθάνας.
- καὶ μὴν ἰδὼν ἔσπευσα τὸν στρατηλάτην
- Ἀγαμέμνονʼ ἡμῖν δεῦρο τόνδʼ ὁρμώμενον·
- δῆλος δέ μοὐστὶ σκαιὸν ἐκλύσων στόμα.
- σὲ δὴ τὰ δεινὰ ῥήματʼ ἀγγέλλουσί μοι
- τλῆναι καθʼ ἡμῶν ὧδʼ ἀνοιμωκτὶ χανεῖν;
- σέ τοι, τὸν ἐκ τῆς αἰχμαλωτίδος λέγω,