Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. κεῖνος ἁνήρ, ὃς στυγερῶν ἔδειξεν ὅπλων
  2. Ἕλλασιν κοινὸν Ἄρη.
  3. ἰὼ πόνοι πρόγονοι πόνων·
  4. κεῖνος γὰρ ἔπερσεν ἀνθρώπους.
Χορός
  1. ἐκεῖνος οὔτε στεφάνων
  2. οὔτε βαθεῖαν κυλίκων
  3. νεῖμεν ἐμοὶ τέρψιν ὁμιλεῖν,
  4. οὔτε γλυκὺν αὐλῶν ὄτοβον,
  5. δύσμορος, οὔτʼ ἐννυχίαν
  6. τέρψιν ἰαύειν.
  7. ἐρώτων δʼ ἐρώτων ἀπέπαυσεν, ὤμοι.
  8. κεῖμαι δʼ, ἀμέριμνος οὕτως,
  9. ἀεὶ πυκιναῖς δρόσοις
  10. τεγγόμενος κόμας,
  11. λυγρᾶς μνήματα Τροίας.
Χορός
  1. καὶ πρὶν μὲν αἰὲν νυχίου