Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἱκτήριον θησαυρόν. εἰ δέ τις στρατοῦ
  2. βίᾳ σʼ ἀποσπάσειε τοῦδε τοῦ νεκροῦ,
  3. κακὸς κακῶς ἄθαπτος ἐκπέσοι χθονός,
  4. γένους ἅπαντος ῥίζαν ἐξημημένος,
  5. αὔτως ὅπωσπερ τόνδʼ ἐγὼ τέμνω πλόκον.
  6. ἔχʼ αὐτόν, ὦ παῖ, καὶ φύλασσε, μηδέ σε
  7. κινησάτω τις, ἀλλὰ προσπεσὼν ἔχου.
  8. ὑμεῖς τε μὴ γυναῖκες ἀντʼ ἀνδρῶν πέλας
  9. παρέστατʼ, ἀλλʼ ἀρήγετʼ, ἔστʼ ἐγὼ μολὼν
  10. τάφου μεληθῶ τῷδε, κἂν μηδεὶς ἐᾷ.
Χορός
  1. τίς ἄρα νέατος ἐς πότε λήξει πολυπλάγκτων ἐτέων ἀριθμός,
  2. τὰν ἄπαυστον αἰὲν ἐμοὶ δορυσσοήτων
  3. μόχθων ἄταν ἐπάγων
  4. ἄν τὰν εὐρώδεα Τρωΐαν,
  5. δύστανον ὄνειδος Ἑλλάνων;
Χορός
  1. ὄφελε πρότερον αἰθέρα δῦναι μέγαν ἢ τὸν πολύκοινον Ἅιδαν