Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- αὔτως ὅπωσπερ τόνδʼ ἐγὼ τέμνω πλόκον.
- ἔχʼ αὐτόν, ὦ παῖ, καὶ φύλασσε, μηδέ σε
- κινησάτω τις, ἀλλὰ προσπεσὼν ἔχου.
- ὑμεῖς τε μὴ γυναῖκες ἀντʼ ἀνδρῶν πέλας
- παρέστατʼ, ἀλλʼ ἀρήγετʼ, ἔστʼ ἐγὼ μολὼν
- τάφου μεληθῶ τῷδε, κἂν μηδεὶς ἐᾷ.
- τίς ἄρα νέατος ἐς πότε λήξει πολυπλάγκτων ἐτέων ἀριθμός,
- τὰν ἄπαυστον αἰὲν ἐμοὶ δορυσσοήτων
- μόχθων ἄταν ἐπάγων
- ἄν τὰν εὐρώδεα Τρωΐαν,
- δύστανον ὄνειδος Ἑλλάνων;
- ὄφελε πρότερον αἰθέρα δῦναι μέγαν ἢ τὸν πολύκοινον Ἅιδαν
- κεῖνος ἁνήρ, ὃς στυγερῶν ἔδειξεν ὅπλων
- Ἕλλασιν κοινὸν Ἄρη.
- ἰὼ πόνοι πρόγονοι πόνων·
- κεῖνος γὰρ ἔπερσεν ἀνθρώπους.
- ἐκεῖνος οὔτε στεφάνων
- οὔτε βαθεῖαν κυλίκων
- νεῖμεν ἐμοὶ τέρψιν ὁμιλεῖν,
- οὔτε γλυκὺν αὐλῶν ὄτοβον,