Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἄπειμι· καὶ γὰρ αἰσχρόν, εἰ πύθοιτό τις
- λόγοις κολάζειν ᾧ βιάζεσθαι πάρα.
- ἄφερπέ νυν· κἀμοὶ γὰρ αἴσχιστον κλύειν
- ἀνδρὸς ματαίου φλαῦρʼ ἔπη μυθουμένου.
- ἔσται μεγάλης ἔριδός τις ἀγών.
- ἀλλʼ ὡς δύνασαι, Τεῦκρε, ταχύνας
- σπεῦσον κοίλην κάπετόν τινʼ ἰδεῖν
- τῷδʼ, ἔνθα βροτοῖς τὸν ἀείμνηστον
- τάφον εὐρώεντα καθέξει.
- καὶ μὴν ἐς αὐτὸν καιρὸν οἵδε πλησίοι
- πάρεισιν ἀνδρὸς τοῦδε παῖς τε καὶ γυνή,
- τάφον περιστελοῦντε δυστήνου νεκροῦ.
- ὦ παῖ, πρόσελθε δεῦρο καὶ σταθεὶς πέλας
- ἱκέτης ἔφαψαι πατρός, ὅς σʼ ἐγείνατο.
- θάκει δὲ προστρόπαιος ἐν χεροῖν ἔχων
- κόμας ἐμὰς καὶ τῆσδε καὶ σαυτοῦ τρίτου,
- ἱκτήριον θησαυρόν. εἰ δέ τις στρατοῦ
- βίᾳ σʼ ἀποσπάσειε τοῦδε τοῦ νεκροῦ,
- κακὸς κακῶς ἄθαπτος ἐκπέσοι χθονός,
- γένους ἅπαντος ῥίζαν ἐξημημένος,