Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- δύσμορος, οὔτʼ ἐννυχίαν
- τέρψιν ἰαύειν.
- ἐρώτων δʼ ἐρώτων ἀπέπαυσεν, ὤμοι.
- κεῖμαι δʼ, ἀμέριμνος οὕτως,
- ἀεὶ πυκιναῖς δρόσοις
- τεγγόμενος κόμας,
- λυγρᾶς μνήματα Τροίας.
- καὶ πρὶν μὲν αἰὲν νυχίου
- δείματος ἦν μοι προβολὰ
- καὶ βελέων θούριος Αἴας·
- νῦν δʼ οὗτος ἀνεῖται στυγερῷ
- δαίμονι· τίς μοι, τίς ἔτʼ οὖν
- τέρψις ἐπέσται;
- γενοίμαν ἵνʼ ὑλᾶεν ἔπεστι πόντου
- πρόβλημʼ ἁλίκλυστον, ἄκραν
- ὑπὸ πλάκα Σουνίου,
- τὰς ἱερὰς ὅπως
- προσείποιμεν Ἀθάνας.
- καὶ μὴν ἰδὼν ἔσπευσα τὸν στρατηλάτην
- Ἀγαμέμνονʼ ἡμῖν δεῦρο τόνδʼ ὁρμώμενον·