Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. οὐ μᾶλλον, ὡς ἔοικεν, ἢ λυπήσομεν.
Μενέλαος
  1. ἕν σοι φράσω· τόνδʼ ἐστὶν οὐχὶ θαπτέον.
Τεῦκρος
  1. ἀλλʼ ἀντακούσει τοῦτον ὡς τεθάψεται.
Μενέλαος
  1. ἤδη ποτʼ εἶδον ἄνδρʼ ἐγὼ γλώσσῃ θρασὺν
  2. ναύτας ἐφορμήσαντα χειμῶνος τὸ πλεῖν,
  3. ᾧ φθέγμʼ ἂν οὐκ ἂν ηὗρες, ἡνίκʼ ἐν κακῷ
  4. χειμῶνος εἴχετʼ, ἀλλʼ ὑφʼ εἵματος κρυφεὶς
  5. πατεῖν παρεῖχε τῷ θέλοντι ναυτίλων.
  6. οὕτω δὲ καὶ σὲ καὶ τὸ σὸν λάβρον στόμα
  7. σμικροῦ νέφους τάχʼ ἄν τις ἐκπνεύσας μέγας
  8. χειμὼν κατασβέσειε τὴν πολλὴν βοήν.
Τεῦκρος
  1. ἐγὼ δέ γʼ ἄνδρʼ ὄπωπα μωρίας πλέων,
  2. ὃς ἐν κακοῖς ὕβριζε τοῖσι τῶν πέλας.
  3. κᾆτʼ αὐτὸν εἰσιδών τις ἐμφερὴς ἐμοὶ
  4. ὀργήν θʼ ὅμοιος εἶπε τοιοῦτον λόγον·
  5. ὤνθρωπε, μὴ δρᾶ τοὺς τεθνηκότας κακῶς·
  6. εἰ γὰρ ποήσεις, ἴσθι πημανούμενος.
  7. τοιαῦτʼ ἄνολβον ἄνδρʼ ἐνουθέτει παρών.
  8. ὁρῶ δέ τοί νιν, κἄστιν, ὡς ἐμοὶ δοκεῖ,
  9. οὐδείς ποτʼ ἄλλος ἢ σύ. μῶν ᾐνιξάμην;