Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- τὰ σκληρὰ γάρ τοι, κἂν ὑπέρδικʼ ᾖ, δάκνει.
- ὁ τοξότης ἔοικεν οὐ σμικρὸν φρονεῖν.
- οὐ γὰρ βάναυσον τὴν τέχνην ἐκτησάμην.
- μέγʼ ἄν τι κομπάσειας, ἀσπίδʼ εἰ λάβοις.
- κἂν ψιλὸς ἀρκέσαιμι σοί γʼ ὡπλισμένῳ.
- ἡ γλῶσσά σου τὸν θυμὸν ὡς δεινὸν τρέφει.
- ξὺν τῷ δικαίῳ γὰρ μέγʼ ἔξεστιν φρονεῖν.
- δίκαια γὰρ τόνδʼ εὐτυχεῖν κτείναντά με;
- κτείναντα; δεινόν γʼ εἶπας, εἰ καὶ ζῇς θανών.
- θεὸς γὰρ ἐκσῴζει με, τῷδε δʼ οἴχομαι.
- μή νυν ἀτίμα θεούς, θεοῖς σεσωσμένος.
- ἐγὼ γὰρ ἂν ψέξαιμι δαιμόνων νόμους;
- εἰ τοὺς θανόντας οὐκ ἐᾷς θάπτειν παρών.
- τούς γʼ αὐτὸς αὑτοῦ πολεμίους. οὐ γὰρ καλόν.
- ἦ σοὶ γὰρ Αἴας πολέμιος προύστη ποτέ;
- μισοῦντʼ ἐμίσει· καὶ σὺ τοῦτʼ ἠπίστασο.
- κλέπτης γὰρ αὐτοῦ ψηφοποιὸς ηὑρέθης.
- ἐν τοῖς δικασταῖς, κοὐκ ἐμοί, τόδʼ ἐσφάλη.
- πόλλʼ ἂν κακῶς λάθρᾳ σὺ κλέψειας κακά.
- τοῦτʼ εἰς ἀνίαν τοὔπος ἔρχεταί τινι.