Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- κτείναντα; δεινόν γʼ εἶπας, εἰ καὶ ζῇς θανών.
- θεὸς γὰρ ἐκσῴζει με, τῷδε δʼ οἴχομαι.
- μή νυν ἀτίμα θεούς, θεοῖς σεσωσμένος.
- ἐγὼ γὰρ ἂν ψέξαιμι δαιμόνων νόμους;
- εἰ τοὺς θανόντας οὐκ ἐᾷς θάπτειν παρών.
- τούς γʼ αὐτὸς αὑτοῦ πολεμίους. οὐ γὰρ καλόν.
- ἦ σοὶ γὰρ Αἴας πολέμιος προύστη ποτέ;
- μισοῦντʼ ἐμίσει· καὶ σὺ τοῦτʼ ἠπίστασο.
- κλέπτης γὰρ αὐτοῦ ψηφοποιὸς ηὑρέθης.
- ἐν τοῖς δικασταῖς, κοὐκ ἐμοί, τόδʼ ἐσφάλη.
- πόλλʼ ἂν κακῶς λάθρᾳ σὺ κλέψειας κακά.
- τοῦτʼ εἰς ἀνίαν τοὔπος ἔρχεταί τινι.
- οὐ μᾶλλον, ὡς ἔοικεν, ἢ λυπήσομεν.
- ἕν σοι φράσω· τόνδʼ ἐστὶν οὐχὶ θαπτέον.
- ἀλλʼ ἀντακούσει τοῦτον ὡς τεθάψεται.
- ἤδη ποτʼ εἶδον ἄνδρʼ ἐγὼ γλώσσῃ θρασὺν