Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. οὐ γάρ τι τῆς σῆς εἵνεκʼ ἐστρατεύσατο
  2. γυναικός, ὥσπερ οἱ πόνου πολλοῦ πλέῳ,
  3. ἀλλʼ εἵνεχʼ ὅρκων οἷσιν ἦν ἐνώμοτος,
  4. σοῦ δʼ οὐδέν· οὐ γὰρ ἠξίου τοὺς μηδένας.
  5. πρὸς ταῦτα πλείους δεῦρο κήρυκας λαβὼν
  6. καὶ τὸν στρατηγὸν ἧκε, τοῦ δὲ σοῦ ψόφου
  7. οὐκ ἂν στραφείην, ἕως ἂν ᾖς οἷός περ εἶ.
Χορός
  1. οὐδʼ αὖ τοιαύτην γλῶσσαν ἐν κακοῖς φιλῶ·
  2. τὰ σκληρὰ γάρ τοι, κἂν ὑπέρδικʼ ᾖ, δάκνει.
Μενέλαος
  1. ὁ τοξότης ἔοικεν οὐ σμικρὸν φρονεῖν.
Τεῦκρος
  1. οὐ γὰρ βάναυσον τὴν τέχνην ἐκτησάμην.
Μενέλαος
  1. μέγʼ ἄν τι κομπάσειας, ἀσπίδʼ εἰ λάβοις.
Τεῦκρος
  1. κἂν ψιλὸς ἀρκέσαιμι σοί γʼ ὡπλισμένῳ.
Μενέλαος
  1. ἡ γλῶσσά σου τὸν θυμὸν ὡς δεινὸν τρέφει.
Τεῦκρος
  1. ξὺν τῷ δικαίῳ γὰρ μέγʼ ἔξεστιν φρονεῖν.
Μενέλαος
  1. δίκαια γὰρ τόνδʼ εὐτυχεῖν κτείναντά με;