Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ναύτας ἐφορμήσαντα χειμῶνος τὸ πλεῖν,
- ᾧ φθέγμʼ ἂν οὐκ ἂν ηὗρες, ἡνίκʼ ἐν κακῷ
- χειμῶνος εἴχετʼ, ἀλλʼ ὑφʼ εἵματος κρυφεὶς
- πατεῖν παρεῖχε τῷ θέλοντι ναυτίλων.
- οὕτω δὲ καὶ σὲ καὶ τὸ σὸν λάβρον στόμα
- σμικροῦ νέφους τάχʼ ἄν τις ἐκπνεύσας μέγας
- χειμὼν κατασβέσειε τὴν πολλὴν βοήν.
- ἐγὼ δέ γʼ ἄνδρʼ ὄπωπα μωρίας πλέων,
- ὃς ἐν κακοῖς ὕβριζε τοῖσι τῶν πέλας.
- κᾆτʼ αὐτὸν εἰσιδών τις ἐμφερὴς ἐμοὶ
- ὀργήν θʼ ὅμοιος εἶπε τοιοῦτον λόγον·
- ὤνθρωπε, μὴ δρᾶ τοὺς τεθνηκότας κακῶς·
- εἰ γὰρ ποήσεις, ἴσθι πημανούμενος.
- τοιαῦτʼ ἄνολβον ἄνδρʼ ἐνουθέτει παρών.
- ὁρῶ δέ τοί νιν, κἄστιν, ὡς ἐμοὶ δοκεῖ,
- οὐδείς ποτʼ ἄλλος ἢ σύ. μῶν ᾐνιξάμην;