Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. οὐκ αὐτὸς ἐξέπλευσεν ὡς αὑτοῦ κρατῶν;
  2. ποῦ σὺ στρατηγεῖς τοῦδε; ποῦ δὲ σοὶ λεῶν
  3. ἔξεστʼ ἀνάσσειν ὧν ὅδʼ ἤγαγʼ οἴκοθεν;
  4. Σπάρτης ἀνάσσων ἦλθες, οὐχ ἡμῶν κρατῶν·
  5. οὐδʼ ἔσθʼ ὅπου σοὶ τόνδε κοσμῆσαι πλέον
  6. ἀρχῆς ἔκειτο θεσμὸς ἢ καὶ τῷδε σέ.
  7. ὕπαρχος ἄλλων δεῦρʼ ἔπλευσας, οὐχ ὅλων
  8. στρατηγός, ὥστʼ Αἴαντος ἡγεῖσθαί ποτε.
  9. ἀλλʼ ὧνπερ ἄρχεις ἄρχε καὶ τὰ σέμνʼ ἔπη
  10. κόλαζʼ ἐκείνους· τόνδε δʼ, εἴτε μὴ σὺ φὴς
  11. εἴθʼ ἅτερος στρατηγός, εἰς ταφὰς ἐγὼ
  12. θήσω δικαίως, οὐ τὸ σὸν δείσας στόμα.
  13. οὐ γάρ τι τῆς σῆς εἵνεκʼ ἐστρατεύσατο
  14. γυναικός, ὥσπερ οἱ πόνου πολλοῦ πλέῳ,
  15. ἀλλʼ εἵνεχʼ ὅρκων οἷσιν ἦν ἐνώμοτος,
  16. σοῦ δʼ οὐδέν· οὐ γὰρ ἠξίου τοὺς μηδένας.
  17. πρὸς ταῦτα πλείους δεῦρο κήρυκας λαβὼν
  18. καὶ τὸν στρατηγὸν ἧκε, τοῦ δὲ σοῦ ψόφου
  19. οὐκ ἂν στραφείην, ἕως ἂν ᾖς οἷός περ εἶ.
Χορός
  1. οὐδʼ αὖ τοιαύτην γλῶσσαν ἐν κακοῖς φιλῶ·