Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ὅθʼ οἱ δοκοῦντες εὐγενεῖς πεφυκέναι
- τοιαῦθʼ ἁμαρτάνουσιν ἐν λόγοις ἔπη·
- ἄγʼ εἴπʼ ἀπʼ ἀρχῆς αὖθις, ἦ σὺ φὴς ἄγειν
- τόνδʼ ἄνδρʼ Ἀχαιοῖς δεῦρο σύμμαχον λαβών;
- οὐκ αὐτὸς ἐξέπλευσεν ὡς αὑτοῦ κρατῶν;
- ποῦ σὺ στρατηγεῖς τοῦδε; ποῦ δὲ σοὶ λεῶν
- ἔξεστʼ ἀνάσσειν ὧν ὅδʼ ἤγαγʼ οἴκοθεν;
- Σπάρτης ἀνάσσων ἦλθες, οὐχ ἡμῶν κρατῶν·
- οὐδʼ ἔσθʼ ὅπου σοὶ τόνδε κοσμῆσαι πλέον
- ἀρχῆς ἔκειτο θεσμὸς ἢ καὶ τῷδε σέ.
- ὕπαρχος ἄλλων δεῦρʼ ἔπλευσας, οὐχ ὅλων
- στρατηγός, ὥστʼ Αἴαντος ἡγεῖσθαί ποτε.
- ἀλλʼ ὧνπερ ἄρχεις ἄρχε καὶ τὰ σέμνʼ ἔπη
- κόλαζʼ ἐκείνους· τόνδε δʼ, εἴτε μὴ σὺ φὴς
- εἴθʼ ἅτερος στρατηγός, εἰς ταφὰς ἐγὼ
- θήσω δικαίως, οὐ τὸ σὸν δείσας στόμα.