Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- δέος γὰρ ᾧ πρόσεστιν αἰσχύνη θʼ ὁμοῦ,
- σωτηρίαν ἔχοντα τόνδʼ ἐπίστασο·
- ὅπου δʼ ὑβρίζειν δρᾶν θʼ ἃ βούλεται παρῇ,
- ταύτην νόμιζε τὴν πόλιν χρόνῳ ποτὲ
- ἐξ οὐρίων δραμοῦσαν εἰς βυθὸν πεσεῖν.
- ἀλλʼ ἑστάτω μοι καὶ δέος τι καίριον,
- καὶ μὴ δοκῶμεν δρῶντες ἃν ἡδώμεθα
- οὐκ ἀντιτίσειν αὖθις ἂν λυπώμεθα.
- ἕρπει παραλλὰξ ταῦτα. πρόσθεν οὗτος ἦν
- αἴθων ὑβριστής, νῦν δʼ ἐγὼ μέγʼ αὖ φρονῶ.
- καί σοι προφωνῶ τόνδε μὴ θάπτειν, ὅπως
- μὴ τόνδε θάπτων αὐτὸς εἰς ταφὰς πέσῃς.
- Μενέλαε, μὴ γνώμας ὑποστήσας σοφὰς
- εἶτʼ αὐτὸς ἐν θανοῦσιν ὑβριστὴς γένῃ.
- οὐκ ἄν ποτʼ, ἄνδρες, ἄνδρα θαυμάσαιμʼ ἔτι,
- ὃς μηδὲν ὢν γοναῖσιν εἶθʼ ἁμαρτάνει,
- ὅθʼ οἱ δοκοῦντες εὐγενεῖς πεφυκέναι
- τοιαῦθʼ ἁμαρτάνουσιν ἐν λόγοις ἔπη·
- ἄγʼ εἴπʼ ἀπʼ ἀρχῆς αὖθις, ἦ σὺ φὴς ἄγειν
- τόνδʼ ἄνδρʼ Ἀχαιοῖς δεῦρο σύμμαχον λαβών;