Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. θανόντες ἂν προυκείμεθʼ αἰσχίστῳ μόρῳ,
  2. οὗτος δʼ ἂν ἔζη. νῦν δʼ ἐνήλλαξεν θεὸς
  3. τὴν τοῦδʼ ὕβριν πρὸς μῆλα καὶ ποίμνας πεσεῖν.
  4. ὧν εἵνεκʼ αὐτὸν οὔτις ἔστʼ ἀνὴρ σθένων
  5. τοσοῦτον ὥστε σῶμα τυμβεῦσαι τάφῳ,
  6. ἀλλʼ ἀμφὶ χλωρὰν ψάμαθον ἐκβεβλημένος
  7. ὄρνισι φορβὴ παραλίοις γενήσεται.
  8. πρὸς ταῦτα μηδὲν δεινὸν ἐξάρῃς μένος.
  9. εἰ γὰρ βλέποντος μὴ ʼδυνήθημεν κρατεῖν,
  10. πάντως θανόντος γʼ ἄρξομεν, κἂν μὴ θέλῃς,
  11. χερσὶν παρευθύνοντες· οὐ γὰρ ἔσθʼ ὅπου
  12. λόγων γʼ ἀκοῦσαι ζῶν ποτʼ ἠθέλησʼ ἐμῶν.
  13. καίτοι κακοῦ πρὸς ἀνδρὸς ὄντα δημότην
  14. μηδὲν δικαιοῦν τῶν ἐφεστώτων κλύειν.
  15. οὐ γάρ ποτʼ οὔτʼ ἂν ἐν πόλει νόμοι καλῶς
  16. φέροιντʼ ἄν, ἔνθα μὴ καθεστήκῃ δέος,
  17. οὔτʼ ἂν στρατός γε σωφρόνως ἄρχοιτʼ ἔτι,
  18. μηδὲν φόβου πρόβλημα μηδʼ αἰδοῦς ἔχων.
  19. ἀλλʼ ἄνδρα χρή, κἂν σῶμα γεννήσῃ μέγα,
  20. δοκεῖν πεσεῖν ἂν κἂν ἀπὸ σμικροῦ κακοῦ.