Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- κεῖνός τʼ ἐκεῖνα στεργέτω κἀγὼ τάδε.
- μὴ τεῖνε μακράν, ἀλλʼ ὅπως κρύψεις τάφῳ
- φράζου τὸν ἄνδρα χὤ τι μυθήσει τάχα.
- βλέπω γὰρ ἐχθρὸν φῶτα, καὶ τάχʼ ἂν κακοῖς
- γελῶν ἃ δὴ κακοῦργος ἐξίκοιτʼ ἀνήρ.
- τίς δʼ ἐστὶν ὅντινʼ ἄνδρα προσλεύσσεις στρατοῦ;
- Μενέλαος, ᾧ δὴ τόνδε πλοῦν ἐστείλαμεν.
- ὁρῶ· μαθεῖν γὰρ ἐγγὺς ὢν οὐ δυσπετής.
- οὗτος, σὲ φωνῶ τόνδε τὸν νεκρὸν χεροῖν
- μὴ συγκομίζειν, ἀλλʼ ἐᾶν ὅπως ἔχει.
- τίνος χάριν τοσόνδʼ ἀνήλωσας λόγον;
- δοκοῦντʼ ἐμοί, δοκοῦντα δʼ ὃς κραίνει στρατοῦ.
- οὔκουν ἂν εἴποις ἥντινʼ αἰτίαν προθείς;
- ὁθούνεκʼ αὐτὸν ἐλπίσαντες οἴκοθεν
- ἄγειν Ἀχαιοῖς ξύμμαχόν τε καὶ φίλον,
- ἐξηύρομεν ζητοῦντες ἐχθίω Φρυγῶν·
- ὅστις στρατῷ ξύμπαντι βουλεύσας φόνον
- νύκτωρ ἐπεστράτευσεν, ὡς ἕλοι δόρει·
- κεἰ μὴ θεῶν τις τήνδε πεῖραν ἔσβεσεν,
- ἡμεῖς μὲν ἂν τήνδʼ ἣν ὅδʼ εἴληχεν τύχην