Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. σέ, φίλτατʼ Αἴας, ἢ δόλοισιν, ὡς τὰ σὰ
  2. κράτη θανόντος καὶ δόμους νέμοιμι σούς.
  3. τοιαῦτʼ ἀνὴρ δύσοργος, ἐν γήρᾳ βαρύς,
  4. ἐρεῖ, πρὸς οὐδὲν εἰς ἔριν θυμούμενος.
  5. τέλος δʼ ἀπωστὸς γῆς ἀπορριφθήσομαι,
  6. δοῦλος λόγοισιν ἀντʼ ἐλευθέρου φανείς.
  7. τοιαῦτα μὲν κατʼ οἶκον· ἐν Τροίᾳ δέ μοι
  8. πολλοὶ μὲν ἐχθροί, παῦρα δʼ ὠφελήσιμα.
  9. καὶ ταῦτα πάντα σοῦ θανόντος ηὑρόμην.
  10. οἴμοι, τί δράσω; πῶς σʼ ἀποσπάσω πικροῦ·
  11. τοῦδʼ αἰόλου κνώδοντος, ὦ τάλας, ὑφʼ οὗ
  12. φονέως ἄρʼ ἐξέπνευσας; εἶδες ὡς χρόνῳ
  13. ἔμελλέ σʼ Ἕκτωρ καὶ θανὼν ἀποφθίσειν;
  14. σκέψασθε, πρὸς θεῶν, τὴν τύχην δυοῖν βροτοῖν.
  15. Ἕκτωρ μέν, ᾧ δὴ τοῦδʼ ἐδωρήθη πάρα,
  16. ζωστῆρι πρισθεὶς ἱππικῶν ἐξ ἀντύγων