Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- διῆλθʼ Ἀχαιοὺς πάντας ὡς οἴχει θανών.
- ἁγὼ κλύων δύστηνος ἐκποδὼν μὲν ὢν
- ὑπεστέναζον, νῦν δʼ ὁρῶν ἀπόλλυμαι.
- οἴμοι.
- ἴθʼ, ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν.
- ὦ δυσθέατον ὄμμα καὶ τόλμης πικρᾶς,
- ὅσας ἀνίας μοι κατασπείρας φθίνεις.
- ποῖ γὰρ μολεῖν μοι δυνατόν, εἰς ποίους βροτούς,
- τοῖς σοῖς ἀρήξαντʼ ἐν πόνοισι μηδαμοῦ;
- ἦ πού με Τελαμών, σὸς πατὴρ ἐμός θʼ ἅμα,
- δέξαιτʼ ἂν εὐπρόσωπος ἵλεώς τʼ ἴσως
- χωροῦντʼ ἄνευ σοῦ. πῶς γὰρ οὔχ; ὅτῳ πάρα
- μηδʼ εὐτυχοῦντι μηδὲν ἥδιον γελᾶν.
- οὗτος τί κρύψει; ποῖον οὐχ ἐρεῖ κακὸν
- τὸν ἐκ δορὸς γεγῶτα πολεμίου νόθον,
- τὸν δειλίᾳ προδόντα καὶ κακανδρίᾳ