Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἐκνάπτετʼ αἰέν, ἔστʼ ἀπέψυξεν βίον·
  2. οὗτος δʼ ἐκείνου τήνδε δωρεὰν ἔχων
  3. πρὸς τοῦδʼ ὄλωλε θανασίμῳ πεσήματι.
  4. ἆρʼ οὐκ Ἐρινὺς τοῦτʼ ἐχάλκευσεν ξίφος
  5. κἀκεῖνον Ἅιδης, δημιουργὸς ἄγριος;
  6. ἐγὼ μὲν οὖν καὶ ταῦτα καὶ τὰ πάντʼ ἀεὶ
  7. φάσκοιμʼ ἂν ἀνθρώποισι μηχανᾶν θεούς·
  8. ὅτῳ δὲ μὴ τάδʼ ἐστὶν ἐν γνώμῃ φίλα,
  9. κεῖνός τʼ ἐκεῖνα στεργέτω κἀγὼ τάδε.
Χορός
  1. μὴ τεῖνε μακράν, ἀλλʼ ὅπως κρύψεις τάφῳ
  2. φράζου τὸν ἄνδρα χὤ τι μυθήσει τάχα.
  3. βλέπω γὰρ ἐχθρὸν φῶτα, καὶ τάχʼ ἂν κακοῖς
  4. γελῶν ἃ δὴ κακοῦργος ἐξίκοιτʼ ἀνήρ.
Τεῦκρος
  1. τίς δʼ ἐστὶν ὅντινʼ ἄνδρα προσλεύσσεις στρατοῦ;
Χορός
  1. Μενέλαος, ᾧ δὴ τόνδε πλοῦν ἐστείλαμεν.
Τεῦκρος
  1. ὁρῶ· μαθεῖν γὰρ ἐγγὺς ὢν οὐ δυσπετής.