Ajax

Sophocles

Sophocles, creator; Lobeck Christian, editor

  1. τοιαῦτ' ἀνὴρ δύςοργος, ὲν γήρᾳ βαρὺς,
  2. ἔρει πρὸς οὐδὲν εἰς ἔριν θυμούμενος.
  3. τέλος δ' ἀπωστὸς γῆς ἀποῤῥιφθήσομαι,
  4. δοῦλος λόγοισιν ἀντ' ἐλευθέρου φανεὶς.
  5. τοιαῦτα μὲν κατ' οἶκον· ὲν Τροίᾳ δ' ἐμοὶ
  6. πολλοὶ μὲν ἐχθροὶ, παῦρα δ' ὠφελήσιμα.
  7. καὶ ταῦτα πάντα σοῦ θανόντος εὑρόμην.
  8. οἴ μοι, τί δράσω; πῶς σ' ἀποσπάσω πικροῦ
  9. τοῦδ' αἰόλου κνώδοντος; ὦ τάλας, ὑφ' οὖ
  10. φονέως ἄρ' ἐξέπνευσας· εἶδες, ὡς χρόνῳ
  11. ἔμελλέ σ' Ἕκτωρ, καὶ θανὼν, ἀποφθίσειν;
  12. σκέψασθε, πρὸς θεῶν, τὴν τύχην δυοῖν βροτοῖν.
  13. Ἕκτωρ μὲν, ᾧ δὴ τοῦδ' ἐδωρήθη πάρα,
  14. ζωστῆρι πρισθεὶς ἱππικῶν ἐξ ἀντύγων
  15. ὲγνάπτετ' αἰὲν, ἔς τ' ἀπέψυξεν βίον.
  16. οὗτος δ' ἐκείνου τήνδε δωρεὰν ἔχων
  17. πρὸς τοῦδ' ὄλωλε θανασίμῳ πεσήματι.
  18. ἆρ' οὐκ Ἐριννὺς τοῦτ' ἐχάλκευσε ξίφος,
  19. κἀκεῖνον Ἀιδὴς, δημιουργὸς ἄγριος,
  20. ἐγὼ μὲν οὖν καὶ ταῦτα καὶ τὰ πάντ' ἀεὶ