Ajax

Sophocles

Sophocles, creator; Lobeck Christian, editor

  1. φάσκοιμ' ἂν ἀνθρώποισι μηχανὴν θεούς·
  2. ὅτῳ δὲ μὴ τάδ' ἐστὶν ὲν γνώμῃ φίλα,
  3. κεῖνος τὰ κείνου στεργέτω, κἀγὼ τάδε.
ΧΟΡΟΣ
  1. μὴ τεῖνε μακρὰν, ἀλλ' ὅπως κρύψεις τάφῳ
  2. φράζου τὸν ἄνδρα, χὤ τι μυθήσει τάχα.
  3. βλέπω γὰρ ἐχθρὸν φῶτα, καὶ τάχ' ἂν κακοῖς
  4. γελῶν ἂ δὴ κακοῦργος ὲξίκοιτ' ἀνήρ.
ΤΕΥΚΡΟΣ
  1. Τίς δ' ἔστιν, ὅντιν' ἄνδρα προςλεύσσεις στρατοῦ;
ΧΟΡΟΣ
  1. Μενέλαος, ᾦ δὴ τόνδε πλοῦν ἐστείλαμεν.
ΤΕΥΚΡΟΣ
  1. Ορῶ· μαθεῖν γὰρ, ἐγγὺς ὢν, οὐ δυςπετής.
ΜΕΝΕΛΑΟΣ
  1. Οὗτος, σὲ φωνῶ· τόνδε τὸν νεκρὸν χεροῖν
  2. μὴ ξυγκομίζειν, ἀλλ' ἐᾷν, ὅπως ἔχει.
ΤΕΥΚΡΟΣ
  1. Τινος χάριν τοσόνδ' ἀνάλωσας λόγον;
ΜΕΝΕΛΑΟΣ
  1. Δοκοῦντ' ἐμοὶ, δοκοῦντα δ', ὅς κραίνει στρατου.
ΤΕΥΚΡΟΣ
  1. Οὔκουν ἂν εἴποις, ἥντιν' αἰτίαν προθείς;
ΜΕΝΕΛΑΟΣ
  1. Ὁθούνεκ' αὐτὸν ἐλπίσαντες οἴκοθεν
  2. ἄξειν Ἀχαιοῖς ξύμμαχόν τε καὶ φίλον,
  3. ἐξεύρομεν ζητοῦντες ἐχθίω Φρυγῶν.
  4. ὅστις στρατῷ ξύμπαντι βουλεύσας φόνον,
  5. νύκτωρ ἐπεστράτευσεν, ὡς ἕλοι δορί.