Ajax
Sophocles
Sophocles, creator; Lobeck Christian, editor
- μόρον, διώκων κᾀξιχνοσκοπούμενος.
- ὀξεῖα γάρ σου βάξις, ὡς θεοῦ τινος,
- διῆλθ' Ἀχαιοὺς πάντας, ὡς οἴχει θανὼν,
- ‘ἀγὼ κλύων δείλαιος, ὲκποδὼν μὲν ὢν,
- ὑπεστέναζον, νῦν δ' ὁρῶν, ἀπόλλυμαι.
- οἴ μοι.
- ἴθ', ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν.
- ὦ δυςθέατον ὄμμα καὶ τόλμης πικρὰς,
- ὅσας ἀνίας μοι κατασπείρας φθίνεις.
- ποῖ γὰρ μολεῖν μοι δυνατὸν, ἐς ποίους βροτοὺς,
- τοῖς σοῖς ἀρήξαντ' ὲν πόνοισι μηδαμοῦ;
- ἦ πού με Τελαμὼν, σὸς πατὴρ ἐμός θ' ἄμα,
- δἐξαιτ' ἂν εὐπρόςωπος, ἵλεως τ' ἴσως,
- χωροῦντ' ἄνευ σοῦ; πῶς γὰρ οὔχ; ὅτῳ πάρα
- μηδ' εὐτυχοῦντι μηδὲν ἥδιον γελᾷν.
- οὗτος τί κρύψει; ποῖον οὐκ ὲρεῖ κακόν;
- τὸν ἐκ δορὸς γεγῶτα πολεμίου νόθον,
- τὸν δειλίᾳ προδόντα καὶ κακανδρίᾳ
- σὲ, φίλτατ' Αἴας, ἢ δόλοισιν, ὡς τὰ σὰ
- κράτη θανόντος καὶ δόμους νέμοιμι σοὺς.