Ajax
Sophocles
Sophocles, creator; Lobeck Christian, editor
- Ὡς ὧδ' ἐχόντων —
- ὦ τάλας ἐγὼ, τάλας.
- Πάρα στενάζειν.
- ὦ περισπερχὲς πάθος !
- Ἄγαν γε, Τεῦκρε.
- φεῦ τάλας! τί γὰρ τέκνον
- τὸ τοῦδε, ποῦ μοι γῆς κυρεῖ τῆς Τρῳάδος;
- Μόνος παρὰ σκηναῖσιν.
- οὐχ ὅσον τάχος
- δῆτ' αὐτὸν ἄξεις δεῦρο, μήτις ὡς κενῆς
- σκύμνον λεαίνης δυςμενῶν ἀναρπάσῃ;
- ἴθ', ἐγκόνει, ξύγκαμνε· τοῖς θανοῦσί τοι
- φιλοῦσι πάντες κειμένοις ὲπεγγελἧν.
- Καὶ μὴν ἔτι ζῶν, Τεῦκρε, τοῦδέ σοι μέλειν
- ὲφιεθ' ‘ἀνὴρ κεῖνος, ὥςπερ οὖν μέλει.
- ὦ τῶν ἁπάντων δὴ θεαμάτων ἐμοὶ
- ἄλγιστον, ὧν προςεῖδον ὀφθαλμοῖς ὲγώ·
- ὁδός θ' ὁδῶν πασῶν ἀνιάσασα δὴ
- μάλιστα τοὐμὸν σπλάγχνον, ἢν δὴ νῦν ἔβην,
- ὦ φίλτατ' Αἴας, τὸν σὸν ὡς ἐπῃσθόμην