Ajax
Sophocles
Sophocles, creator; Lobeck Christian, editor
- Οἶδ' οὖν γελώντων κἀπιχαιρόντων κακοῖς
- τοῖς τοῦδ'· ἴσως τοι, κεἰ βλέποντα μὴ 'πόθουν,
- θανόντ' ἂν οἰμώξειαν ὲν χρείᾳ δορός.
- οἱ γὰρ κακοὶ γνώμαισι τἀγαθὸν χεροῖν
- ἔχοντες οὐκ ἴσασι, πρίν τις ἐκβάλῃ.
- ἐμοὶ πικρὸς τέθνηκεν ἢ κείνοις γλυκὺς,
- αὑτῷ δὲ τερπνός· ὧν γὰρ ἠράσθη τυχεῖν,
- ὲκτήσαθ' αὑτῷ, θάνατον, ὅνπερ ἤθελεν.
- πῶς δῆτα τοῦδ' ἐπεγγελῷεν ἂν κάτα;
- θεοῖς τέθνηκεν οὕτος, οὐ κείνοισιν, οὔ.
- πρὸς ταῦτ' Ὀδυσσεὺς ἐν κενοῖς ὑβριζέτω.
- Αἴας γὰρ αὐτοῖς οὐκέτ' ἐστίν· ἀλλ' ἐμοὶ
- λιπὼν ἀνίας καὶ γόους ὅιοίχεται.
- Ἰώ μοί μοι.
- Σίγησον· αὐδὴν γὰρ δοκῶ Τεύκρου κλύειν
- βοῶντος ἄτης τῆςδ' ἐπίσκοπον μέλος.
- Ὢ φίλτατ' Αἴας, ὦ ξύναιμον ὄμμ' ἐμοὶ,
- ἆρ' ἠμπόληκας, ὥςπερ ἡ φάτις κρατεῖ;
- ὄλωλεν ἁνὴρ, Τεῦκρε, τοῦτ' ὲπἐστασο.
- ὤ μοι βαρείας ἆρα τῆς ἐμῆς τύχης.