Ajax

Sophocles

Sophocles, creator; Lobeck Christian, editor

  1. ἰώ μοι μοι.
ΧΟΡΟΣ
  1. οὐδέν σ' ἀπιστῶ καὶ δὶς οἰμῶξαι, γύναι,
  2. τοιοῦδ' ἀποβλαφθεῖσαν ἀρτίως φίλου.
ΤΕΚΜΗΣΣΑ
  1. Σοὶ μὲν δοκεῖν ταῦτ' ἔστ', ἐμοὶ δ' ἄγαν φρονεῖν.
ΧΟΡΟΣ
  1. Ξυναυδῶ.
ΤΕΚΜΗΣΣΑ
  1. οἴ μοι, τέκνον, πρὸς οἷα δουλείας ζυγὰ
  2. χωροῦμεν, οἷοι νῷν ἐφεστᾶσι σκοποί.
ΧΟΡΟΣ
  1. Ὤ μοι ἀναλγήτων
  2. δισσῶν ἐθρόησας ἄναυδον
  3. ἔργον Ἀτρειδᾶν τῷὸ ' ἄχει,
  4. ἀλλ' ἀπείργοι θεός.
ΤΕΚΜΗΣΣΑ
  1. Οὐκ ἂν τάδ' ἔστη τῇδε μὴ θεῶν μέτα,
ΧΟΡΟΣ
  1. Ἄγαν γ' ὑπερβριθὲς ἄχθος ἤνυσαν.
ΤΕΚΜΗΣΣΑ
  1. Τοιόνδε μέντοι Ζῆνός ἡ δεινὴ θεὸς
  2. Πάλλας φυτεύει πῆμ' Ὀδυσσέως χάριν.
ΧΟΡΟΣ
  1. ἦ ῥα κελαινώπαν θυμὸν ἐφυβρίζει
  2. πολύτλας ἀνὴρ,
  3. γελᾷ δὲ τοῖςδε μαινομένοις ἄχεσιν
  4. πολὺν γέλωτα, φεῦ, φεῦ,
  5. ξύν τε διπλοί βασιλῆς κλύοντες Ἀτρεϊδαί.