Ajax

Sophocles

Sophocles, creator; Lobeck Christian, editor

  1. φάρει καλύψω τῷδε παμπήδην, ἐπεὶ
  2. οὐδεὶς ἂν ὅστις καὶ φίλος τλαίη βλέπειν
  3. φυσῶντ' ἄνω πρὸς ῥῖνας ἔκ τε φοινίας
  4. πληγῆς μελανθὲν αἷμ' ἀπ' οἰκείας σφαγῆς.
  5. οἴ μοι, τί δράσω; τίς σε βαστάσει φίλων;
  6. ποῦ Τεῦκρος; ὡς ἀκμαῖος, εἰ βαίη, μόλοι,
  7. πεπτῶτ' ἀδελφὸν τόνδε συγκαθαρμόσαι.
  8. ὦ ὅύςμορ' Αἴας, οἶος ὢν οἴως ἔχεις,
  9. ὡς καὶ παρ' ἐχθροῖς ἄξιος θρήνων τυχεῖν.
ΧΟΡΟΣ
  1. ἔμελλες, τάλας, ἔμελλες χρόνῳ
  2. στερεόφρων ἄρ' ἐξανύσειν κακὰν
  3. μοῖραν ἀπειρεσίων πόνων· τοῖά μοι
  4. πάννυχα καὶ φαέθοντ'
  5. ἀνεστέναζες, ὠμόφρων,
  6. ἐχθοδόπ' Ἀτρείδαις οὐλίῳ σὺν πάθει,
  7. μέγας ἄρ' ἦν ἐκεῖνος ἄρχων χρόνος
  8. πημάτων, ἦμος ἀριστόχειρ
  9. (Ἀχιλλέως) ὅπλων ἔκειτ' ἀγὼν πέρι.
ΤΕΚΜΗΣΣΑ
  1. Ἰώ μοί μοι.
ΧΟΡΟΣ
  1. Χωρεῖ πρὸς ἦπαρ, οἶδα, γενναία δύη.