Ajax
Sophocles
Sophocles, creator; Lobeck Christian, editor
- Τὴν δουρίληπτον δύςμορον νύμφην ὁρῶ
- Τέκμησσαν οἴκτῳ τῷδε συγκεκραμένην.
- Οἴχωκ', ὄλωλα, διαπεπόρθημαι, φίλοι.
- Τί δ' ἔστιν;
- Αἴας ὅδ' ἡμῖν ἀρτίως νεοσφαγὴς
- κεῖται, κρυφαίῳ φασγάνῳ περιπτυχής.
- ὤ μοι ἐμῶν νόστων,
- ὤ μοι, κατέπεφνες, ἄναξ,
- τόνδε συνναύταν, ὦ τάλας,
- ὦ ταλαίφρων γύναι.
- Ὡς ὧδε τοῦδ' ἔχοντος, αἰάζειν πάρα.
- Τίνος ποτ' ἆρ' ἔπραξε χειρὶ δύςμορος;
- Αὐτὸς πρὸς αὑτοῦ, δῆλον· ὲν γάρ οἱ χθονὶ
- πηκτὸν τόδ' ἔγχος περιπετὲς κατηγορεῖ
- Ὤ μοι ἐμᾶς ἄτας, οἶος ἄρ' αἱμάχθης,
- ἄφρακτος φίλων!
- ἐγὼ δ' ὁ πάντα κωφὸς, ὁ πάντ' ἄϊδρις,
- κατημέλησα· πᾷ, πᾴ
- κεῖται ὁ ὅυςτράπελος, δυςώνυμος Αἴας;
- Οὔ τοι θεατός· ἀλλά νιν περιπτυχεῖ