Ajax

Sophocles

Sophocles, creator; Lobeck Christian, editor

  1. δοῦπον αὖ κλύω τινά.
ΗΜΙΧΟΡΟΣ Β
  1. Ἡμῶν γε ναὸς κοινόπλουν ὁμιλίαν.
ΗΜΙΧΟΡΟΣ Α
  1. Τί οὖν δή;
ΗΜΙΧΟΡΟΣ Β
  1. Πὰν ἐστίβηται πλευρὸν ἕσπερον νεῶν.
ΗΜΙΧΟΡΟΣ Α
  1. ἔχεις οὖν;
ΗΜΙΧΟΡΟΣ Β
  1. Πόνου γε πλῆθος κοὐδὲν εἰς ὄψιν πλέον.
ΗΜΙΧΟΡΟΣ Α
  1. Ἀλλ' οὐδ' ἐμοὶ δὴ τὴν ἀφ' ἡλίου βολῶν
  2. κέλευθον ἁνὴρ οὐδαμοῦ δηλοῖ φανείς.
ΧΟΡΟΣ
  1. Τίς ἂν δῆτά μοι, τίς ἂν φιλοπόνων
  2. ἁλιαδᾶν ἔχων ἀΰπνους ἄγρας
  3. ἢ τίς Ὀλυμπιάδων θεῶν ἢ ῥυτῶν
  4. Βοςπορίων ποταμῶν
  5. ἴδρις, τὸν ὠμόθυμον εἰ ποθι
  6. πλαζόμενον λεύσσων ἀπύοι; σχέτλια γὰρ
  7. ἐμέ γε τὸν μακρῶν ἀλάταν πόνων
  8. οὐρίῳ μὴ πελάσαι δρόμῳ,
  9. ἀλλ' ἀμενηνὸν ἄνδρα μὴ λεύσσειν ὅπου.
ΤΕΚΜΗΣΣΑ
  1. ἰώ μοί μοι.
ΧΟΡΟΣ
  1. Τινος βοὴ πάραυλος ἐξέβη νάπους;
ΤΕΚΜΗΣΣΑ
  1. Ἰὼ τλήμων.