Ajax
Sophocles
Sophocles, creator; Lobeck Christian, editor
- ἡσσει μέγαν κωκυτὸν ὲν πάση πόλει.
- ἀλλ' οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην·
- ἀλλ' ἀρκτέον τὸ πρᾶγμα σὺν τάχει τινί.
- ὦ Θάνατε, Θάνατε, νῦν μ' ἐπίσκεψαι μολών!
- καίτοι σὲ μὲν κἀκεῖ προςαυδήσω ξυνών.
- σὲ δ', ὦ φαεννῆς ἡμέρας τὸ νῦν σέλας,
- καὶ τὸν διφρευτὴν ἥλιον προςεννέπω,
- πανύστατον δὴ, κοὔποτ' αὖθις ὕστερον.
- ὦ φέγγος, ὦ γῆς ἱερὸν οἰκείας πέδον
- Σαλαμῖνος, co πατρῷον ἑστίας βάθρον,
- κλειναί τ' Ἀθῆναι καὶ τὸ σύντροφον γένος,
- κρῆναι τε ποταμοί θ' οἵδε καὶ τὰ Τρωϊκὰ
- πεδία προςαυδῶ, χαίρετ', ὦ τροφῆς ἐμοί·
- τοῦθ' ὑμὶν Αἴας τοὖπος ὕστατον θροεῖ·
- τὰ δ' ἄλλ' ὲν Ἅιδου τοῖς κάτω μυθήσομαι.
- Πόνος πόνῳ πόνον φέρει.
- πᾷ,πᾷ,
- πᾷ γὰρ οὐκ ἔβαν ἐγώ;
- κοὐδεὶς ὲιΛσταταἰ με συμμαθεῖν τόπος.
- ἰδοὺ, ἰδοὺ,