Ajax
Sophocles
Sophocles, creator; Lobeck Christian, editor
- τοσαῦτά σ', ὦ Ζεῦ, προςτρέπω· καλῶ θ' ἄμα
- πομπαῖον Ἑρμῆν χθόνιον, εὖ με κοιμίσαι
- ξὺν ἀσφαδάστῳ καὶ ταχεῖ πηδήματι
- πλευρὰν διαρρήξαντα τώδε φασγάνῳ.
- καλῶ δ' ἀρωγοὺς τὰς ἀεί τε παρθένους
- ἀεί θ' ὁρώσας πάντα τἀν βροτοῖς πάθη,
- σεμνὰς Ἐριννῦς τανύποδας, μαθεῖν ἐμὲ,
- πρὸς τῶν Ἀτρειδῶν ὡς διόλλυμαι τάλας.
- καί σφας κακοὺς κάκιστα καὶ πανωλέθρους
- ξυναρπάσειαν, ὥσπερ εἰςορῶσ' ἐμὲ
- αὐτοσφαγῆ πίπτοντα, τὼς αὐτοσφαγεῖς
- πρὸς τῶν φιλίστων ἐκγόνων ὀλοίατο.
- ἴτ', ὦ τᾳἰχεῖαι ποίνιμοί τ' Ἐριννύες,
- γεύεσθε, μὴ φείδεσθε πανδήμου στρατοῦ.
- σὺ δ', ὦ τὸν αἰπὺν οὐρανὸν διφρηλατῶν,
- Ἥλιε, πατρῴαν τὴν ἐμὴν ὅταν χθόνα
- ἴδης, ἐπισχὼν χρυσόνωτον ἡνίαν,
- ἄγγειλον ἄτας τὰς ἐμὰς μόρον τ' ἐμὸν
- γέροντι πατρὶ, τῇ τε δυστήνῳ τροφῷ.
- ἦ που τάλαινα, τήνδ' ὅταν κλύῃ φάτιν,