Ajax

Sophocles

Sophocles, creator; Lobeck Christian, editor

  1. χωρῶμεν, ἐγκονῶμεν, οὐχ ἕδρας ἀκμὴ,
  2. σώζειν θέλοντες ἄνδρα γ' ὅς σπεύδει θανεῖν.
ΧΟΡΟΣ
  1. Χωρεῖν ἕτοιμος, κοὐ λόγῳ δείξω μόνον.
  2. τάχος γὰρ ἔργου καὶ ποδῶν ἄμ' ἕψεται.
ΑΙΑΣ
  1. Ὁ μὲν σφαγεὺς ἕστηκεν, ᾗ τομώτατος
  2. γένοιτ' ἂν , εἰ τῳ καὶ λογίζεσθαι σχολὴ,
  3. δῶρον μὲν ἀνὁρὸς Ἕκτορος ξένων ἐμοὶ
  4. μάλιστα μισηθέντος ἐχθίστου θ' ὁρᾷν.
  5. πέπηγε δ' ὲν γῇ πολεμίᾳ τῇ Τρῳάδι
  6. σιδηροβρῶτι θηγάνη νεηκονής ·
  7. ἔπηξα δ' αὐτὸν εὖ περιστείλας ἐγὼ,
  8. εὐνούστατον τῷδ' ἀνδρὶ διὰ τάχους θανεῖν.
  9. οὕτω uev εὐσκευοῦμεν· ἐκ δὲ τῶνδέ μοι
  10. σὺ πρῶτος, ὦ Ζεῦ, καὶ γὰρ εἰκὸς, ἄρκεσον.
  11. αἰτήσομαι δέ σ' οὐ μακρὸν γέρας λαχεῖν.
  12. πέμψον τιν' ἡμῖν ἄγγελον κακὴν φάτιν
  13. Τεύκρῳ φέροντα, πρῶτος ὥς με βαστάσῃ
  14. πεπτῶτα τῷδε περὶ νεορράντῳ ξίφει,
  15. καὶ μὴ πρὸς ἐχθρῶν του κατοπτευθεὶς πάρος
  16. ῥιφθῶ κυσὶν πρόβλητος οἰωνοῖς θ' ἕλωρ.