Ajax
Sophocles
Sophocles, creator; Lobeck Christian, editor
- Μεμῃνότ' ἄνδρα περιφανῶς ὀκνεῖς ἰδεῖν;
- Φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην ὄκνῳ.
- Ἀλλ' οὐδὲ νῦν σε μὴ παρόντ' ἴδῃ πέλας.
- Πῶς, εἴπερ ὀφθαλμοῖς γε τοῖς αὐτοῖς ὁρᾷ;
- ἐγὼ σκοτώσω βλέφαρα καὶ δεδορκότα.
- Γένοιτο μέντ' ἂν πᾶν, θεοῦ τεχνωμένου.
- Σίγα νυν ἑστὼς καὶ μέν' ὡς κυρεῖς ἔχων.
- Μένοιμ' ἄν· ἤθελον δ' ἂν ἐκτὸς ὢν τυχεῖν.
- ὦ οὗτος, Αἴας, δεύτερόν σε προςκαλῶ.
- τί βαιὸν οὕτως ἐντρέπει τῆς ξυμμάχου;
- ὦ χαῖρ', Ἀθάνα, χαῖρε Διογενὲς τέκνον,
- ὡς εὖ παρέστης· καί σε παγχρύσοις ἐγὼ
- στέψω λαφύροις τἡςδε τῆς ἄγρας χάριν.
- ΑΗΝΛ. Καλῶς ἔλεξας· ἀλλ' ἐκεῖνό μοι φράσον,
- ἔβαψας ἔγχος εὖ πρὸς Ἀργείων στρατῷ;
- Κόμπος πάρεστι κοὐκ ἀπαρνοῦμαι τὸ μή.
- ἦ καὶ πρὸς Ἀτρείδαισιν ᾔχμασας χέρα;
- ὥστ' οὔποτ' Αἴαντ' οἵδ' ἀτιμάσουσ' ἔτι.
- τεθνᾶσιν ἅνδρες, ὡς τὸ σὸν ζυνὴκ' ἐγώ;
- Θανόντες ἤδη τἄμ' ἀφαιρείσθων ὅπλα.