Ajax

Sophocles

Sophocles, creator; Lobeck Christian, editor

  1. κἀπειτ , ἐπειδὴ τοῦδ' ἐλώφησεν πόνου,
  2. τοὺς ζῶντας αὖ δεσμοῖσι συνδήσας βοῶν
  3. ποίμνας τε πάσας εἰς δόμους κομίζεται,
  4. ὡς ἄνδρας, οὐχ ὡς εὔκερων ἄγραν ἔχων.
  5. καὶ νῦν κατ' οἴκους ζυνδέτους αἰκίζεται.
  6. δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον,
  7. ὡς πᾶσιν Ἀργείοισιν εἰσιδὼν θροῇς.
  8. θαρσῶν δὲ μίμνε μηδὲ συμφορὰν δέχου
  9. τὸν ἄνδρ'· ἐγὼ γὰρ ὀμμάτων ἀποστρόφους
  10. αὐγὰς ἀπείρξω, σὴν πρόςοψιν εἰςιδεῖν.
  11. οὗτος, σὲ, τὸν τὰς αἰχμαλωτίδας χέρας
  12. δεσμοῖς ἀπευθύνοντα, προςμολεἷν καλῶ.
  13. Αἴαντα φωνῶ· στεῖχε δωμάτων πάρος,
ΟΔΥΣΣΕΥΣ
  1. Τί δρᾷς, Ἀθάνα; μηδαμῶς σφ' ἔξω κάλει.
ΑΘΗΝΑ
  1. Οὐ σῖγ' ἀνέξει, μηδὲ δειλίαν ἀρεῖς;
ΟΔΥΣΣΕΥΣ
  1. μὴ πρὸς θεῶν· ἀλλ' ἔνδον ἀρκείτω μένων.
ΑΘΗΝΑ
  1. Τί μὴ γένηται; πρόςθεν οὐκ ἀνὴρ ὅδ' ἦν;
ΟΔΥΣΣΕΥΣ
  1. ἐχθρός γε τῷδε τἀνδρὶ καὶ τανῦν ἔτι.
ΑΘΗΝΑ
  1. Οὔκουν γέλως ἥδιστος εἰς ἐχθροὺς γελᾷν;
ΟΔΥΣΣΕΥΣ
  1. ἐμοὶ μὲν ἀρκεῖ τοῦτον ὲν δόμοις μένειν.