Ajax

Sophocles

Sophocles, creator; Lobeck Christian, editor

  1. εἶεν· τί γὰρ δὴ παῖς ὁ τοῦ Λαερτίου;
  2. ποῦ σοι τύχης ἕστηκεν; ἢ πέφευγέ σε;
ΑΙΑΣ
  1. ἦ τοὐπίτριπτον κίναδος ἐξήρου μ', ὅπου;
ΑΘΗΝΑ
  1. Ἔγωγ'· Ὀδυσσέα, τὸν σὸν ἐνστάτην, λέγω.
ΑΙΑΣ
  1. ἥδιστος, ὦ δέσποινα, δεσμώτης ἔσω
  2. θακεῖ· θανεῖν γὰρ αὐτὸν οὔ τί πω θέλω.
ΑΘΗΝΑ
  1. Πρὶν ἂν τί δρόσης ἢ τί κερδάνῃς πλέον;
ΑΙΑΣ
  1. Πρὶν ἂν δεθεὶς πρὸς κίον' ἑρκείου στέγης —
ΑΘΗΝΑ
  1. Τί δῆτα τὸν δύστηνον ἐργάσει κακόν;
ΑΙΑΣ
  1. Μάστιγι πρῶτον νῶτα φοινιχθεὶς θάνῃ.
ΑΘΗΝΑ
  1. Mὴ δῆτα τὸν δύστηνον ὧδέ γ' αἰκίσῃ.
ΑΙΑΣ
  1. Χαίρειν, Ἀθάνα, τἄλλ' ἐγώ σ' ἐφίεμαι,
  2. κεῖνος δὲ τίσει τήνδε κοὐκ ἄλλην δίκην.
ΑΘΗΝΑ
  1. Σὺ δ' οὖν, ἐπειδὴ τέρψις ἥδε σοι τὸ δρᾷν,
  2. χρῶ χειρί· φείδου μηδὲν ὧνπερ ὲννοεῖς.
ΑΙΑΣ
  1. Χωρῶ πρὸς ἔργον· τοῦτό σοι δ' ἐφίεμαι,
  2. τοιάνδ' ἀεί μοι ξύμμαχον παρεστάναι.
ΑΘΗΝΑ
  1. Ὁρᾷς, Ὀδυσσεῦ, τὴν θεῶν ἰσχὺν, ὅση;
  2. τούτου τις ἄν σοι τἀνδρὸς ἢ προνούστερος,
  3. ἢ δρᾷν ἀμείνων εὑρέθη τὰ καίρια;