Ajax

Sophocles

Sophocles, creator; Lobeck Christian, editor

  1. Οἴ μοι, τί φὴς, ἄνθρωπε; μῶν ὀλώλαμεν;
ΑΓΓΕΛΟΣ
  1. Οὐκ οἶδα τὴν σὴν πρᾶξιν, Αἴαντος δ' ὅτι,
  2. θυραῖος εἴπερ έστιν, οὐ θαρσῶ πέρι.
ΤΕΚΜΗΣΣΑ
  1. Καὶ μὴν θυραῖος, ὥστε μ' ὠδίνειν τί φής;
ΑΓΓΕΛΟΣ
  1. ἐκεῖνον εἴργειν Τεῦκρος ὲξεφίεται
  2. σκηνῆς ὕπαυλον, μηδ' ἀφιέναι μόνον.
ΤΕΚΜΗΣΣΑ
  1. ποῦ d' ἔστι Τεῦκρος; κἀπὶ τῷ λέγει τάδε;
ΑΓΓΕΛΟΣ
  1. Πάρεστ' ἐκεῖνος ἄρτι· τήνδε δ' ἔξοδον
  2. ὀλεθρίαν Αἴαντος ἐλπίζει φέρειν.
ΤΕΚΜΗΣΣΑ
  1. Οἴ μοι τάλαινα, τοῦ ποτ' ἀνθρώπων μαθών;
ΑΓΓΕΛΟΣ
  1. Τοῦ Θεστορεἰου μάντεως, καθ' ἡμέραν
  2. τὴν νῦν, ὅτ' αὐτῷ θάνατον ἢ βίον φέρει.
ΤΕΚΜΗΣΣΑ
  1. Οἴ 'γὼ, φίλοι, πρόστητ' ἀναγκαίας τύχης·
  2. καὶ σπεύσαθ', οἱ μὲν Τεῦκρον ὲν τάχει μολεῖν,
  3. οἱ δ' ἑσπέρους ἀγκῶνας, οἵ δ' ἀντηλίους
  4. ζητεῖτ' ἰόντες τἀνδρὸς ἔξοδον κακήν.
  5. ἔγνωκα γὰρ δὴ φωτὸς ἠπατημένη
  6. καὶ τῆς παλαιᾶς χάριτος ἐκβεβλημένη.
  7. οἴ μοι, τί δράσω, τέκνον; οὐχ ἱδρυτέον.
  8. ἀλλ' εἶμι κἀγὼ κεῖσ' ὅποιπερ ἂν σθένω.