Ajax
Sophocles
Sophocles, creator; Lobeck Christian, editor
- δίας Ἀθανᾶς, ἡνἐκ' ὀτρύνουσά νιν
- ηὐδᾶτ' ὲπ' ὲχθροῖς χεῖρα φοινίαν τρέπειν,
- τότ' ἀντιφωνεῖ δεινὸν ἀῤῥητόν τ' ἔπος·
- Ἄνασσα, τοῖς ἄλλοισιν Ἀργέων πέλας
- ἵστω, καθ' ἡμᾶς δ' οὔποτ ἐκρήξει μάχη.
- τοιοῖςδε τοῖς λόγοισιν ἀστεργῆ θεᾶς
- ἐκτήσατ' ὀργὴν, οὐ κατ' ἄνθρωπον φρονῶν.
- ἀλλ' εἴπερ ἔστι τᾗδ' ἔθ' ἡμέρᾳ, τάχ' ἂν
- γενοίμεθ' αὐτοῦ ξὺν θεῷ σωτήριοι.
- τοσαῦθ' ὁ μάντις εἶφ'· ὁ δ' εὐθὺς ἐξ ἕδρας
- πέμπει με σοὶ φέροντα τάςδ' ἐπιστολὰς
- Τεῦκρος φυλάσσειν · εἰ δ' ἀπεστερήμεθα,
- οὐκ έστιν ἁνὴρ κεῖνος, εἰ Κάλχας σοφός.
- ὦ δαΐα Τέκμησσα, δύςιιορον γένος,
- ὅρα μολοῦσα τόνδ', ὁποῖ' ἔπη θροεῖ.
- ξυρεῖ γὰρ ὲν χρῷ τοῦτο, μὴ χαίρειν τινά.
- Τί μ' αὖ τάλαιναν, ἀρτίως πεπαυμένην
- κακῶν ἀτρύτων, ἐξ ἕδρας ἀνίστατε;
- Τοῦδ' εὶςάκουε τἀνδρὸς, ὡς ἥκει φέρων
- Αἴαντος ἡμῖν πρᾶξιν, ἣν ἤλγησ' ὲγώ.