Ajax

Sophocles

Sophocles, creator; Lobeck Christian, editor

  1. ἐς χεῖρα Τεύκρου δεξιὰν φιλοφρόνως
  2. θεὶς εἶπε κἀπέσκηψε παντοίᾳ τέχνῃ
  3. εἷρξαι κατ' ἦμαρ τοὐμφανὲς τὸ νῦν τόδε
  4. Αἴανθ' ὑπὸ σκηναῖσι, μηδ' ἀφέντ' ὲᾷν,
  5. εἰ ζῶντ' ἐκεῖνον εἰςιδεἷν θέλοι ποτέ.
  6. ἐλᾷ γὰρ αὐτὸν τἧδε θἠμέρᾳ μόνῃ
  7. δίας Ἀθανᾶς μῆνις, ὡς ἔφη λέγων.
  8. τά γὰρ περισσὰ κἀνόνητα σώματα
  9. πίπτειν βαρείαις πρὸς θεῶν δυςπραξίαις
  10. ἔφασχ' ὁ μάντις, ὅστις ἀνθρώπου φύσιν
  11. βλαστὼν, ἔπειτα μὴ κατ' ἄνθρωπον φρονεῖ.
  12. κεῖνος δ' ἀπ' οἴκων εὐθὺς ἐξορμώμενος
  13. ἄνους καλῶς λέγοντος εὑρέθη πατρός.
  14. ὁ μὲν γὰρ αὐτὸν ἐννέπει, τέκνον, δορὶ
  15. βούλου κρατεῖν μὲν, ξὺν θεῷ δ' ἀεὶ κρατεῖν.
  16. ὁ ò' ὑψικόμπως κἀφρόνως ἠμείψατο,
  17. Πάτερ, θεοῖς μὲν κἂν ὁ μηδὲν ὢν ὁμοῦ
  18. κράτος κατακτήσαιτ'· ἐγὼ δὲ καὶ δίχα
  19. κείνων πέποιθα τοῦτ' ἐπισπάσειν κλέος.
  20. τοσόνδ' ἐκόμπει μῦθον · εἶτα δεύτερον