Ajax
Sophocles
Sophocles, creator; Lobeck Christian, editor
- λήγει δ' ἔρις δραμοῦσα τοῦ προσωτάτω
- ἀνδρῶν γερόντων ὲν ξυναλλαγῇ λόγου.
- ἀλλ ἡμὶν Αἴας ποῦ 'στιν, ὡς φράσω τάδε;
- τοῖς κυρίοις γὰρ πάντα χρὴ δηλοῦν λόγον,
- Οὐγ ἔνδον, ἀλλὰ φροῦδος ἀρτίως, νέας
- βουλὰς νέοισιν ἐγκαταζεύξας τρόποις.
- Ἰοῦ, ἰού!
- βραδεῖαν ἡμᾶς ἆρ' ὁ τήνδε τὴν ὁδὸν
- πέμπων ἔπεμψεν, ἢ 'φάνην ἐγὼ βραδύς;
- Τί δ' ἐστὶ χρείας τῆςδ' ὑπεσπανισμένον;
- Τὸν ἄνδρ' ἀπηύδα Τεῦκρος ἔνδοθεν στέγης
- μὴ 'ξω παρήκειν, πρὶν παρὼν αὐτὸς τύχῃ.
- Ἀλλ' οἴχεταί τοι, πρὸς τὸ κέρδιστον τραπεὶς
- γνώμης, θεοῖσιν ὡς καταλλαχθῇ χόλου.
- Ταῦτ' ἐστὶ τἄπη μωρίας πολλῆς πλέα,
- εἶπέρ τι Κάλχας εὖ φρονῶν μαντεύεται.
- Ποῖον; τί δ' εἰδὼς τοῦδε πράγματος πέρι;
- Τοσοῦτον οἶδα καὶ παρὼν ἐτύγχανον.
- ἐκ γὰρ ξυνέδρου καὶ τυραννικοῦ κύκλου
- Κάλχας μεταστὰς οἶος Ἀτρειδῶν δίχα