Ajax

Sophocles

Sophocles, creator; Lobeck Christian, editor

  1. ὅτ' Αἴας λαθίπονος πάλιν,
  2. θεῶν δ' αὖ πά θύτα θέσμι' ὲζήνυσ'
  3. εὐνομίᾳ σέβων μεγίστᾳ.
  4. πάνθ' ὁ μέγας χρόνος μαραίνει τε καὶ φλέγει,
  5. κοὐδὲν ἀναύδητον φατισαιμ' ἂν
  6. εὖτέ γ' ἐξ ἀέλπτων
  7. Αἴας μετανεγνώσθη
  8. θυμῶν Ἀτρείδαις μεγάλων τε νεικέων.
ΑΓΓΕΛΟΣ
  1. Ἄνδρες φίλοι, τὸ πρῶτον ἀγγεῖλαι θέλω,
  2. Τεῦκρος πάρεστιν ἄρτι Μυσίων ἀπὸ
  3. κρημνῶν· μέσον δὲ προςμολὼν στρατήγιον
  4. κυδάζεται τοῖς πᾶσιν Ἀργείοις ὁμοῦ.
  5. στείχοντα γὰρ πρόσωθεν αὐτὸν ὲν κύκλῳ
  6. μαθόντες ἀμφέστησαν, εἶτ' ὀνείδεσιν
  7. ἤρασσον ἔνθεν κἄνθεν, οὔ τις ἔσθ' ὅς οὒ,
  8. τὸν τοῦ μανέντος κἀπιβουλευτοῦ στρατοῦ
  9. ξύναιμον ἀποκαλοῦντες. ὡς οὐκ ἀρκέσοι
  10. τὸ μὴ οὐ πέτροισι πᾶς καταξανθεὶς θανεῖν.
  11. ὥστ' ἐς τοσοῦτον ἦλθον, ὥστε καὶ χεροῖν
  12. κολεῶν ἐρυστά διεπεραιώθη ξίφη.