Ajax

Sophocles

Sophocles, creator; Lobeck Christian, editor

  1. μέλειν μὲν ἡμῶν, εὐνοεῖν δ ὑμῖν ἄμα.
  2. ἐγὼ γὰρ εἶμ' ὲκεῖσ', ὅποι πορευτέον·
  3. ύμεῖς δ' ἃ φράζω δρᾶτε, καὶ τάχ' ἄν μ' ἴσως
  4. πύθοισθε, κεἰ νῦν δυστυχῶ, σεσωσμένον.
ΧΟΡΟΣ
  1. ἔφριζ' ἔρωτι, περιχαρὴς δ' ἀνεπτόμαν.
  2. ἰὼ, ἰὼ, Πὰν, Πὰν,
  3. ὦ Πὰν, Πὰν ἁλίπλαγκτε Κυλλανίας χιονοκτύπου
  4. πετραίας ἀπὸ δειράδος
  5. φάνηθ', ὦ θεῶν χοροποί' ἄναξ,
  6. ὅπως μοι Νύσια Κνώσι' ὀρχήματ'
  7. αὐτοδαῆ ξυνὼν ἰάψῃς.
  8. νῦν γὰρ ἐμοὶ μέλει χορεῦσαι.
  9. Ἰκαρίων δ' ὑπὲρ πελαγέων
  10. μολὼν ἄναξ Ἀπόλλων
  11. ὁ Δάλιος, εὔγνωστος
  12. ἐμοὶ ξυνείης διὰ παντὸς εὔφρων.
  13. ἔλυσε γὰρ αἰνὸν ἄχος ἀπ' ὀμμάτων Ἄρης.
  14. ἰὼ, ἰὼ. νῦν αὖ,
  15. νῦν, ὦ Ζεῦ, πάρα λευκὸν εὐάμερον πελάσαι φάος
  16. θοῶν ὠκυάλων νεῶν,