Ajax

Sophocles

Sophocles, creator; Lobeck Christian, editor

  1. καὶ γάρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα
  2. τιμαῖς ὑπείκει· τοῦτο μὲν νιφοστιβεῖς
  3. χειμῶνες ἐκχωροῦσιν εὐκάρπῳ θέρει·
  4. ἐξίσταται δὲ νυκτὸς αἰανὴς κύκλος
  5. τῇ λευκοπώλῳ φέγγος ἡμψᾳ φλέγειν.
  6. δεινῶν τ' ἄημα πνευμάτων ἐκοίμισε
  7. στένοντα πόντον· ὲν δ' ὁ παγκρατὴς ὕπνος
  8. λύει πεδήσας οὐδ' ἀεὶ λαβὼν ἔχει.
  9. ἡμεῖς δὲ πῶς οὐ γνωσόμεσθα σωφρονεῖν;
  10. ἐγὼ δ', ἐπίσταμαι γὰρ ἀρτίως ὅτι
  11. ὅ τ' ἐχθρὸς ἡμῖν ἐς τοσόνδ' ἐχθαρτέος,
  12. ὡς καὶ φιλήσων αὖθις· ἔς τε τὸν φίλον
  13. τοσαῦθ' ὑπουργῶν ὠφελεῖν βουλήσομαι,
  14. ὡς αἰὲν οὐ μενοῦντα· τοῖς πολλοῖσι γὰρ
  15. βροτῶν ἄπιστός ὲσθ' ἑταιρίας λιμήν.
  16. ἀλλ' ἀμφὶ μὲν τούτοισιν εὖ σχήσει· σὺ δὲ
  17. ἔσω θεοῖς ἐλθοῦσα διὰ τέλους, γύναι,
  18. εὔχου τελεῖσθαι, τοὐμὸν ὧν ἐρᾷ κέαρ.
  19. ὑμεῖς θ , ἑταῖροι, ταὐτὰ τῇδέ μοι τάδε
  20. τιμᾶτε, Τεύκρῳ τ', ἢν μόλῃ, σημήνατε