Ajax
Sophocles
Sophocles, creator; Lobeck Christian, editor
- χὠ δεινὸς ὅρκος καἰ περισκελεῖς φρένες.
- κἀγὼ γὰρ, ὃς τὰ δείν' ἐκαρτέρουν τότε,
- βαφῇ σίδηρος ὣς, ἐθηλύνθην στόμα
- πρὸς τἡςδε τῆς γυναικός· οἰκτείρω δὲ νιν
- χήραν παρ' ἐχθροῖς, παῖδά τ' ὀρφανὸν λιπεῖν.
- ἀλλ' εἶμι πρός τε λουτρὰ καὶ παρακτίους
- λειμῶνας, ὡς ἂν λύμαθ' ἁγνίσας ἐμὰ
- μῆνιν βαρεῖαν ἐξαλεύσωμαι θεάς·
- μολών τε, χῶρον ἔνθ' ἂν ἀστιβῆ κίχω,
- κρύψω τόδ' ἔγχος τοὐμὸν, ἔχθιστον βελῶν,
- γαίας ὀρύξας ἔνθα μή τις ὄψεται.
- ἀλλ' αὐτὸ νὺξ Ἀιδὴς τε σωζόντων κάτω.
- ἐγὼ γὰρ ἐξ οὖ χειρὶ τοῦτ' ἐδεξάμην
- παρ' Ἕκτορος δώρημα δυσμενεστάτου,
- οὔπω τι κεδνὸν ἔσχον Ἀργείων πάρα.
- ἀλλ' ἔστ' ἀληθὴς ἡ βροτῶν παροιμία,
- ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα.
- τοιγὰρ τὸ λοιπὸν εἰσόμεσθα μὲν θεοῖς
- εἴκειν, μαθησόμεσθα δ' Ἀτρείδας σέβειν.
- ἄρχοντές εἰσιν, ὥςθ' ὑπεικτέον · τί μή;