Ajax

Sophocles

Sophocles, creator; Lobeck Christian, editor

  1. αἴλινον, αἴλινον,
  2. οὐδ' οἰκτράς γόον ὄρνιθος ἀηδοῦς
  3. ἥσει δύςμορος,
  4. ἀλλ' ὀξυτόνους μὲν ᾠδὰς
  5. θρηνήσει, χερόπληκτοι δ'
  6. ἐν στέρνοισι πεσοῦνται
  7. δοῦποι, καὶ πολιᾶς ἄμυγμα χαίτας.
  8. Κρείσσων γὰρ Ἅιδᾳ κεύθων ὁ νοσῶν μάταν,
  9. ὃς ἐκ πατρῴας ἥκων γενεᾶς ἄριστος
  10. πολυπόνων Ἀχαιῶν,
  11. οὐκ ἔτι συντρόφοις
  12. ὀργαῖς ἔμπεδος, ἀλλ' ἐκτὸς ὁμιλεῖ.
  13. ὦ τλᾶμον πάτερ!
  14. οἵαν σε μένει πυθέσθαι
  15. παιδὸς δύςφορον ἄταν,
  16. ἂν οὔπω τις ἔθρεψεν
  17. αἰὼν Αἰακιδᾶν ἄτερθε τοῦδε.
[*](ΤΕΚΜΗΣΣΑ. ΧΟΡΟΣ. ΑΙΑΣ.)
ΑΙΑΣ
  1. Ἅπανθ' ὁ μακρὸς κἀναρίθμητος χρόνος
  2. φύει τ' ἄδηλα καὶ φανέντα κρύπτεται·
  3. κοὐκ ἔστ' ἄελπτον οὐδὲν, ἀλλ' ἁλίσκεται