Ajax
Sophocles
Sophocles, creator; Lobeck Christian, editor
- λειμωνίᾳ πόᾳ μήλων,
- ἀνήριθμος, αἰὲν εὐνώμᾳ
- χρόνῳ τρυχόμενος,
- κακὰν ὲλπιδ' ἔχων,
- ἔτι μέ ποτ' ἀνύσειν
- τὸν ἀπότροπον ἀίδηλον Ἅιδαν.
- Καί μοι δυςθεράπευτος Αἴας
- ξύνεστιν ἔφεδρος, ὤ μοί μοι,
- θείᾳ μανίᾳ ξύναυλος·
- ὅν ἐξεπέμψω πρὶν δὴ ποτὲ θουρίῳ
- κρατοῦντ' ὲν Ἄρει ·
- νῦν δ' αὖ φρενὸς οἰοβώτας
- φίλοις μέγα πένθος εὕρηται.
- τὰ πρὶν δ' ἔργα χεροῖν
- μεγίστας ἀρετάς,
- ἄφιλα παρ' ἀφίλοις
- ἔπεσ' ἔπεσε μελέοις Ἀτρείδαις.
- ἦ που παλαιὰ, μὲν ἔντροφος ἁμέρᾳ
- λευκῷ δὲ γήρᾳ μάτηρ νιν ὅταν νοσοῦντα
- φρενομόρως ἀκούσῃ