Ajax
Sophocles
Sophocles, creator; Lobeck Christian, editor
- Χόλῳ βαρυνθεὶς τῶν Ἀχιλλείων ὅπλων.
- Τί δῆτα ποίμναις τήνδ' ἐπεμπίπτει βάσιν;
- Δοκῶν ὲν ὑμῖν χεῖρα χραίνεσθαι φόνῳ.
- ἦ καὶ τὸ βούλευμ' ὡς ἐπ' Ἀργείοις τόδ' ἦν;
- Κὰν ὲξἐπραξεν, εἰ κατημέλησ' ἐγώ.
- Ποίαισι τόλμαις ταῖςδε καὶ φρενῶν θράσει;
- Νύκτωρ ὲφ' ὑμάς δόλιος ὁρμᾶται μόνος.
- Ἡ καὶ παρέστη κἀπὶ τἐρμ' ἀφίκετο;
- Καὶ δὴ 'πὶ δισσαῖς ἦν στρατηγίσιν πύλαις.
- Καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶσαν φόνου;
- Ἐγώ σφ' ἀπείργω δυςφόρους ἐπ' ὄμμασι
- γνώμας βαλοῦσα τῆς ἀνηκέστου χαράς,
- καὶ πρός τε ποίμνας ὲκτρέπω σύμμικτά τε
- λείας, ἄδαστα βουκόλων φρουρήματα·
- ἔνθ' εkπεσὼν ἔκειρε πολύκερων φόνον,
- κύκλῳ ῥαχίζων· κἀδόκει μὲν ἔσθ' ὅτε
- δισσοὺς Ἀτρείδας αὐτόχειρ κτείνειν ἔχων,
- ὅτ' ἄλλοτ' ἄλλον, ἐμπίτνων, στρατηλατῶν.
- ἐγὼ δὲ φοιτῶντ' ἄνδρα μανιάσιν νόσοις
- ὤτρυνον, εἰςέβαλλον εἰς ἕρκη κακά.