Ajax

Sophocles

Sophocles, creator; Lobeck Christian, editor

  1. ὦ δέσποτ' Αἴας, τί ποτε δρασείεις φρενί;
  2. ΑΙΑΣ μὴ κρῖνε, μὴ 'ξέταζε, σωφρονεῖν καλόν.
ΤΕΚΜΗΣΣΑ
  1. Οἴ μ', ὡς ἀθυμῶ! καί σε πρὸς τοῦ σοῦ τέκνου
  2. καὶ θεῶν ἱκνοῦμαι, μὴ προδοὺς ἡμᾶς γένῃ.
ΑΙΑΣ
  1. Ἄγαν γε λυπεῖς· οὐ κάτοισθ', ἐγὼ θεοῖς
  2. ὡς οὐδὲν ἀρκεῖν εἴμ' ὀφειλέτης ἔτι;
ΤΕΚΜΗΣΣΑ
  1. εὔφημα φώνει.
ΑΙΑΣ
  1. τοῖς ἀκούουσιν λέγε.
ΤΕΚΜΗΣΣΑ
  1. Σὺ δ' οὐχὶ πείσει;
ΑΙΑΣ
  1. πόλλ' ἄγαν ἤδη θροεῖς.
ΤΕΚΜΗΣΣΑ
  1. Ταρβῶ γὰρ, ὦναξ.
ΑΙΑΣ
  1. οὐ ξυνέρξεθ' ὡς τάχος;
ΤΕΚΜΗΣΣΑ
  1. πρὸς θεῶν μαλάσσου.
ΑΙΑΣ
  1. μῶρά μοι δοκεῖς φρονεῖν,
  2. εἰ τοὐμὸν ἦθος ἄρτι παιδεύειν νοεῖς.
ΧΟΡΟΣ
  1. ὦ κλεινὰ Σαλαμὶς, σὺ μέν που
  2. ναίεις ἁλίπλαγκτος, εὐδαίμων,
  3. πᾶσιν περίφαντος ἀεί·
  4. ἐγὼ δ' ὁ τλάμων παλαιὸς ἀφ' οὗ χρόνος
  5. Ἰδαίᾳ μίμνω